Mark 13
- 1 Καὶ ἐκπορευομένου αὐτοῦ ἐκ τοῦ ἱεροῦ λέγει αὐτῷ εἷς τῶν μαθητῶν αὐτοῦ· Διδάσκαλε, ἴδε ποταποὶ λίθοι καὶ ποταπαὶ οἰκοδομαί.
- 2 καὶ ὁ ⸀Ἰησοῦς εἶπεν αὐτῷ· Βλέπεις ταύτας τὰς μεγάλας οἰκοδομάς; οὐ μὴ ἀφεθῇ ⸀ὧδε λίθος ἐπὶ ⸀λίθον ὃς οὐ μὴ καταλυθῇ.
- 3 Καὶ καθημένου αὐτοῦ εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν κατέναντι τοῦ ἱεροῦ ⸀ἐπηρώτα αὐτὸν κατ’ ἰδίαν Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης καὶ Ἀνδρέας·
- 4 Εἰπὸν ἡμῖν πότε ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ ⸂ταῦτα συντελεῖσθαι πάντα⸃.
- 5 ὁ δὲ Ἰησοῦς ⸂ἤρξατο λέγειν αὐτοῖς⸃· Βλέπετε μή τις ὑμᾶς πλανήσῃ·
- 6 ⸀πολλοὶ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες ὅτι Ἐγώ εἰμι, καὶ πολλοὺς πλανήσουσιν.
- 7 ὅταν δὲ ⸀ἀκούσητε πολέμους καὶ ἀκοὰς πολέμων, μὴ θροεῖσθε· ⸀δεῖ γενέσθαι, ἀλλ’ οὔπω τὸ τέλος.
- 8 ἐγερθήσεται γὰρ ἔθνος ἐπ’ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, ⸀ἔσονται σεισμοὶ κατὰ τόπους, ⸁ἔσονται ⸀λιμοί· ⸀ἀρχὴ ὠδίνων ταῦτα.
- 9 βλέπετε δὲ ὑμεῖς ἑαυτούς· ⸀παραδώσουσιν ὑμᾶς εἰς συνέδρια καὶ εἰς συναγωγὰς δαρήσεσθε καὶ ἐπὶ ἡγεμόνων καὶ βασιλέων σταθήσεσθε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς.
- 10 καὶ εἰς πάντα τὰ ἔθνη ⸂πρῶτον δεῖ⸃ κηρυχθῆναι τὸ εὐαγγέλιον.
- 11 ⸂καὶ ὅταν⸃ ⸀ἄγωσιν ὑμᾶς παραδιδόντες, μὴ προμεριμνᾶτε τί ⸀λαλήσητε, ἀλλ’ ὃ ἐὰν δοθῇ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τοῦτο λαλεῖτε, οὐ γάρ ἐστε ὑμεῖς οἱ λαλοῦντες ἀλλὰ τὸ πνεῦμα τὸ ἅγιον.
- 12 ⸂καὶ παραδώσει⸃ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς·
- 13 καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου. ὁ δὲ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται.
- 14 Ὅταν δὲ ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως ⸀ἑστηκότα ὅπου οὐ δεῖ, ὁ ἀναγινώσκων νοείτω, τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη,
- 15 ⸀ὁ ἐπὶ τοῦ δώματος μὴ ⸀καταβάτω μηδὲ εἰσελθάτω ⸂τι ἆραι⸃ ἐκ τῆς οἰκίας αὐτοῦ,
- 16 καὶ ὁ εἰς τὸν ⸀ἀγρὸν μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω ἆραι τὸ ἱμάτιον αὐτοῦ.
- 17 οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις.
- 18 προσεύχεσθε δὲ ἵνα μὴ ⸀γένηται χειμῶνος·
- 19 ἔσονται γὰρ αἱ ἡμέραι ἐκεῖναι θλῖψις οἵα οὐ γέγονεν τοιαύτη ἀπ’ ἀρχῆς κτίσεως ⸀ἣν ἔκτισεν ὁ θεὸς ἕως τοῦ νῦν καὶ οὐ μὴ γένηται.
- 20 καὶ εἰ μὴ ⸂ἐκολόβωσεν κύριος⸃ τὰς ἡμέρας, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ. ἀλλὰ διὰ τοὺς ἐκλεκτοὺς οὓς ἐξελέξατο ἐκολόβωσεν τὰς ἡμέρας.
- 21 ⸀καὶ τότε ἐάν τις ὑμῖν εἴπῃ· ⸀Ἴδε ὧδε ὁ ⸀χριστός, ⸁Ἴδε ἐκεῖ, μὴ πιστεύετε·
- 22 ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται καὶ δώσουσιν σημεῖα καὶ τέρατα πρὸς τὸ ἀποπλανᾶν εἰ ⸀δυνατὸν τοὺς ἐκλεκτούς·
- 23 ὑμεῖς δὲ βλέπετε· ⸀προείρηκα ὑμῖν πάντα.
- 24 Ἀλλὰ ἐν ἐκείναις ταῖς ἡμέραις μετὰ τὴν θλῖψιν ἐκείνην ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς,
- 25 καὶ οἱ ἀστέρες ⸂ἔσονται ἐκ τοῦ οὐρανοῦ πίπτοντες⸃, καὶ αἱ δυνάμεις αἱ ἐν τοῖς οὐρανοῖς σαλευθήσονται.
- 26 καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλαις μετὰ δυνάμεως πολλῆς καὶ δόξης·
- 27 καὶ τότε ἀποστελεῖ τοὺς ⸀ἀγγέλους καὶ ἐπισυνάξει τοὺς ⸀ἐκλεκτοὺς ἐκ τῶν τεσσάρων ἀνέμων ἀπ’ ἄκρου γῆς ἕως ἄκρου οὐρανοῦ.
- 28 Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν· ὅταν ⸂ἤδη ὁ κλάδος αὐτῆς⸃ ἁπαλὸς γένηται καὶ ἐκφύῃ τὰ φύλλα, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος ἐστίν·
- 29 οὕτως καὶ ὑμεῖς, ὅταν ⸂ἴδητε ταῦτα⸃ γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις.
- 30 ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη μέχρις οὗ ⸂ταῦτα πάντα⸃ γένηται.
- 31 ὁ οὐρανὸς καὶ ἡ γῆ ⸀παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ ⸀μὴ ⸁παρελεύσονται.
- 32 Περὶ δὲ τῆς ἡμέρας ἐκείνης ἢ ⸀τῆς ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι ⸀ἐν οὐρανῷ οὐδὲ ὁ υἱός, εἰ μὴ ὁ πατήρ.
- 33 βλέπετε ⸀ἀγρυπνεῖτε, οὐκ οἴδατε γὰρ πότε ὁ καιρός ἐστιν·
- 34 ὡς ἄνθρωπος ἀπόδημος ἀφεὶς τὴν οἰκίαν αὐτοῦ καὶ δοὺς τοῖς δούλοις αὐτοῦ τὴν ἐξουσίαν, ⸀ἑκάστῳ τὸ ἔργον αὐτοῦ, καὶ τῷ θυρωρῷ ἐνετείλατο ἵνα γρηγορῇ.
- 35 γρηγορεῖτε οὖν, οὐκ οἴδατε γὰρ πότε ὁ κύριος τῆς οἰκίας ἔρχεται, ⸀ἢ ὀψὲ ἢ ⸀μεσονύκτιον ἢ ἀλεκτοροφωνίας ἢ πρωΐ,
- 36 μὴ ἐλθὼν ἐξαίφνης εὕρῃ ὑμᾶς καθεύδοντας·
- 37 ⸀ὃ δὲ ὑμῖν λέγω πᾶσιν λέγω· γρηγορεῖτε.